(κείμενο τοῦ Ἁγίου Νεκταρίου περὶ Ἱερῶν Μνημοσύνων ἀπὸ τὸ βιβλίο του «Μελέτη περὶ ἀθανασίας τῆς ψυχῆς καὶ ἱερῶν μνημοσύνων»)
«Τῇ αὐτῇ ἡμέρᾳ μνείαν ποιεῖσθαι τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου οἱ θειότατοι Πατέρες ἐθέσπισαν». «Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε, τὰ Χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων». «Ἐπειδὴ τίνες ἄωρον πολλάκις ἐπὶ ξένης ὑπέστησαν θάνατον ἐν θαλάσσῃ τε καὶ ἀβάτοις ὄρεσι, κρημνοῖς τε καὶ χάσμασι, καὶ λοιμοῖς, καὶ λιμοῖς, καὶ πολέμοις καὶ ἐμπρησμοῖς, καὶ κρυμοῖς, καὶ ἄλλους παντοίους θανάτους ὑπομεμενηκότες, ἴσως καὶ πένητες ὄντες καὶ ἄποροι καὶ τῶν νενομισμένων ψαλμωδιῶν καὶ μνημοσύνων οὐκ ἔτυχον, φιλανθρώπως οἱ θεῖοι Πατέρες κινούμενοι κοινῶς τούτων μνείαν ἁπάντων τὴν καθολικὴν Ἐκκλησίαν ποιεῖσθαι ἐθέσπισαν, ἀπὸ τῶν Ἱερῶν Ἀποστόλων διαδεξάμενοι, ἵνα καὶ οἱ τῶν νενομισμένων ἀνὰ μέρος διά τινος συμβάντος μὴ τετυχηκότες, τῇ νῦν κοινῇ μνείᾳ κἀκεῖνοι περιλαμβάνοιντο δεικνύντες ὡς καὶ τὰ ὑπὲρ αὐτῶν γινόμενα μεγάλην αὐτοῖς προξενεῖ τὴν ὠφέλειαν. Καθ᾿ ἕνα μὲν οὖν τρόπον οὕτως ἡ του Θεοῦ Ἐκκλησία μνείαν ἐπιτελεῖ τῶν ψυχῶν, δεύτερον δέ, ἐπειδὴ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν θεῖναι τῇ ἐπαύριον ἔμελλον, ἀρμοζόντως καὶ τῶν ψυχῶν μνημονεύουσιν. Ὠσανεὶ τὸν φοβερὸν Κριτὴν καὶ ἀπαραλόγιστον ἱλεούμενοι τῇ συνήθει πρὸς αὐτὰς χρήσασθαι συμπαθείᾳ, καὶ τῇ ἐπηγγελμένῃ ταύτας κατατάξαι τρυφῇ. Ἄλλως τε καὶ τὴν τοῦ Ἀδὰμ ἐξορίαν οἱ ἅγιοι μέλλοντες τῇ ἐσομένῃ ἐκθεῖναι Κυριακή, ὥσπερ τινὰ κατάπαυσιν προσεπινοοῦσι, καὶ τέλος πάντων τῶν καθ᾿ ἡμᾶς διὰ τῆς παρούσης νῦν καταπαύσεως, ἵνα ἐκεῖθεν ὡς ἀπ᾿ ἀρχῆς ἄρξωνται, τὸ γὰρ ὕστατον τῶν παρ᾿ ἡμῖν πάντων, ἡ τῶν βεβιωμένων παρὰ τοῦ ἀδεκάστου Κριτοῦ ἔσται ἐξέτασις, καὶ ἵνα τοὺς ἀνθρώπους διὰ τούτων φοβήσαντες, πρὸς τοὺς τῆς νηστείας ἀγῶνας ποιήσωσιν εὐχερεῖς. Ἐν Σαββάτῳ δὲ τὴν τῶν ψυχῶν μνείαν ποιούμεθα, ὅτι τὸ Σάββατον κατάπαυσιν σημαίνει Ἑβραιστὶ καὶ τῶν τεθνεώτων τοίνυν, ὡς τῶν βιωτικῶν καὶ τῶν λοιπῶν ἁπάντων καταπαυσαμένων, κἂν τῇ καταπαυσίμῳ τῶν ἡμερῶν τὰς ὑπὲρ αὐτῶν δεήσεις ποιούμεθα, ὃ δὴ καὶ ἐπὶ πᾶν κεκράτηκε γίνεσθαι Σάββατον. Τὸ δέ γε νῦν καθολικῶς μνημονεύομεν ὑπὲρ παντὸς δεόμενοι εὐσεβοῦς, εἰδότες καὶ γὰρ οἱ Θεῖοι Πατέρες, ὡς τὰ ὑπὲρ τῶν κεκοιμημένων γινόμενα Μνημόσυνα, λέγω ἐλεημοσύναι καὶ λειτουργίαι, καὶ ἰδίως καὶ κοινὴ τὴν Ἐκκλησίαν τοῦτο ποιεῖν ἐπιτρέπουσι, παρὰ τῶν Ἁγίων Ἀποστόλων τοῦτο παραλαβόντες, ὡς εἴρηται, καθ᾿ ἃ καὶ ὁ Ἀρεοπαγίτης φησὶ Διονύσιος». Ἐν τῷ Η´. Βιβλίῳ τῶν Ἀποστολικῶν διαταγῶν ἐν κεφαλαίῳ μα´ ὑπάρχει προσφώνησις ὑπὲρ τῶν κεκοιμημένων ἔχουσα ὧδε: «Ὑπὲρ τοῦ ἀναπαυσαμένου ἐν Χριστῷ ἀδελφοῦ ἡμῶν δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος Θεός, ὁ προσδεξάμενος αὐτοῦ τὴν ψυχήν, παρίδῃ αὐτῷ πᾶν ἁμάρτημα ἑκούσιον τε καὶ ἀκούσιον, καὶ ἵλεως καὶ εὐμενὴς γενόμενος, κατατάξῃ εἰς χώραν εὐσεβῶν ἀνειμένων εἰς κόλπον Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακὼβ μετὰ πάντων τῶν ἀπ᾿ αἰώνως εὐαρεστησάντων καὶ ποιησάντων τὸ θέλημα αὐτοῦ. Ὅθεν ἀπέδρα ὀδύνη λύπη καὶ στεναγμός». Καὶ αὖθις, «Αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλον σου τὸν δέ, ὃν ἐξελέξω καὶ προσελάβου εἰς ἑτέραν λῆξιν καὶ συγχώρησον αὐτῷ εἰ τὶ ἑκὼν ἢ ἄκων ἐξήμαρτε καὶ Ἀγγέλους εὐμενεῖς παράστησον αὐτῷ καὶ κατάταξον αὐτὸν ἐν τῷ κόλπῳ τῶν Πατριαρχῶν καὶ τῶν Προφητῶν καὶ τῶν Ἀποστόλων, καὶ πάντων τῶν ἀπ᾿ αἰώνως σοι εὐαρεστησάντων, ὅπου οὐκ ἑνὶ ὀδύνη, λύπη καὶ στεναγμός, ἀλλὰ χορὸς εὐσεβῶν ἀνειμένος καὶ γῆ εὐθεῖα συνανειμένη καὶ τῶν ἐν αὐτῇ ὁρώντων τὴν δόξαν Χριστοῦ κτλ.» Ἐν δὲ τῷ μβ´ Κεφ. ὑπάρχει διάταξις περὶ τοῦ πῶς δεῖ καὶ πότε γίνεσθαι τὰς τῶν κοιμηθέντων πιστῶν μνείας, καὶ ὅτι ἐκ τῶν ὑπαρχώντων αὐτοῖς δεῖ παρέχεσθαι πένησι, ἔχουσα ὧδε: «Ἐπιτελείσθω δὲ τρίτα τῶν κεκοιμημένων ἐν ψαλμοῖς καὶ ἀναγνώσεσι καὶ προσευχαῖς διὰ τὸν διὰ τριῶν ἡμερῶν ἐγερθέντα, καὶ ἔνατα εἰς ὑπόμνησιν τῶν περιόντων καὶ τῶν κεκοιμημένων, καὶ τεσσαράκοντα κατὰ τὸν παλαιὸν τύπον. Μωσὴν γὰρ οὕτως ὁ λαὸς ἐπένθησε, καὶ ἐνιαύσια ὑπὲρ μνείας αὐτοῦ, καὶ διδόσθω ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πένησιν εἰς ἀνάμνησιν αὐτοῦ». Ἐν δὲ μγ´. κεφαλ. λέγονται τὰ ἑξῆς περὶ τῶν ἐν εὐσεβείᾳ τελευτησάντων, ὅτι τοὺς ἀσεβεῖς τελευτῶντας οὐδὲν ὠφελοῦσι μνεῖαι ἢ ἐντολαί. «Ταῦτα δὲ περὶ εὐσεβῶν λέγομεν, περὶ γὰρ ἀσεβῶν, ἐὰν τὰ τοῦ κόσμου δῷς πένησιν οὐδὲν ὀνήσεις αὐτόν, ᾧ γὰρ περιόντι ἐχθρὸν ἢν τὸ θεῖον, δῆλον ὅτι καὶ μεταστάντι, οὐ γάρ ἐστιν ἀδικία παρ᾿ αὐτῷ, δίκαιος γὰρ ὁ Κύριος καὶ δικαιοσύνας ἠγάπησε καὶ ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ». Ἐν τῷ συγγράμματι τοῦ Ἀθανασίου τοῦ Παρίου ἀναγιγνώσκομεν τὰ ἑξῆς: «Οὐκ οἶμαι θαυμαστὸν εἶναι, ὅπερ ὁ νομομαθὴς καὶ προφητοδίδακτος Ἰούδας ὁ Μακκαβαῖος περὶ ἀθανασίας τῆς ψυχῆς καλῶς ἐφρόνει. Τὸ θαυμαστὸν δήπου ἐκεῖνό ἐστιν, ὅτι ἅπαντα σχεδὸν τὰ ἔθνη πεπεισμένα ἐστίν, ὅτι παρὰ ταύτην καὶ ἄλλη τίς ἐστι ζωὴ τέλος μὴ ἔχουσα. Καὶ τὶς τῶν πάλαι σοφῶν, ὅτι μεγίστην ἔχει δύναμιν ἔφασκε παρ᾿ ἡμῖν, περὶ τῆς τῶν ψυχῶν ἀθανασίας ἡ ὁμοφωνία τῶν ἀνθρώπων ἐκείνων, ὅτι τινὲς ἢ φοβοῦνται ἢ τιμῶσι τοὺς καταχθονίους. Μαρτυρεῖ δὲ καὶ ὁ Μακρόβιος, ἀκριβὴς ἀνιχνευτὴς τῆς ἀρχαίας σοφίας, ὅτι κοινὴ ἢν γνώμη τὴν ψυχὴν οὐχ ἧττον ἀθάνατον εἶναι ἢ ἀσώματον. Ἐν ὅλη τῇ Ἀμερικῇ τῇ τε πρὸς Βορρᾶν, τῇ τε πρὸς Νότον ἡ ἰδέα μιᾶς ἄλλης ζωῆς πῇ μὲν μᾶλλον, πῇ δ᾿ ἧττον καθαρά, τὸ θεμέλιόν ἐστι τῆς ἑαυτῶν θρησκείας, τοῦτ᾿ αὐτὸ εἰρήσθω καὶ περὶ πάντων τῶν τῆς Ἀφρικῆς ἀγρίων λαῶν, τῶν τῆς Σιβηρίας, τῶν Σαμοϊέδων, τῶν Σκυθῶν. Ἅπαντα τὰ βάρβαρα ταῦτα ἔθνη τοὺς ἑαυτῶν νεκροὺς ἐνταφιάζουσι μετὰ παρασκευῶν τοιούτων, αἳ τὸ χρήσιμον ἑαυτῶν εἰς ἑτέρων βίον ἐπιδεικνύονται, καὶ ὑπὲρ αὐτῶν ἐτησίως δέονται». Τὸ πνεῦμα, καὶ ὁ τρόπος καὶ ὁ λόγος τῆς δεήσεως τῆς Ἐκκλησίας ἐμφαίνονται ἐν ταῖς εὐχαῖς καὶ τοῖς τροπαρίοις τῶν μνημοσύνων, τὰ ὁποῖα ἀντιγράφομεν ὧδε.
α´.) «Τῶν ἀπ᾿ αἰῶνος σήμερον νεκρῶν ἁπάντων κατ᾿ ὄνομα μετὰ πίστεως ζησάντων εὐσεβῶς μνήμην τελοῦντες οἱ πιστοὶ τὸν Σωτῆρα καὶ Κύριον ἀνυμνήσωμεν αἰτοῦντες ἐκτενῶς τούτους ἐν ὥρᾳ τῆς κρίσεως ἀπολογίαν ἀγαθὴν δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν τῳ πᾶσαν κρίνοντι τὴν γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντες ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν ἁγίῳ κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι τῆς οὐρανίου βασιλείας αὐτοῦ».
β´.) «Ὁ ἐν τῷ οἰκείῳ αἵματι Σωτὴρ βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ Σου θανάτου τοῦ πικροῦ ἐκλυτρωσάμενος ἡμᾶς καὶ ζωὴν τὴν αἰώνιον παρασχὼν τῇ ἀναστάσει Σου ἡμῖν, πάντας ἀνάπαυσον, Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, Βασιλεῖς τε, Ἱερεῖς, Ἀρχιερεῖς, Μοναστὰς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ, καὶ ἀξίωσον αὐτοὺς τῆς οὐρανίου βασιλείας σου».
γ´.) «Τῇ ἐκ νεκρῶν ἐγέρσει Σου Χριστέ, οὐκέτι ὁ θάνατος κυριεύει τῶν θανόντων εὐσεβῶς, διὸ αἰτοῦμεν ἐκτενῶς τοὺς Σοὺς δούλους ἀνάπαυσον ἐν αὐλαῖς Σου καὶ ἐν κόλποις Ἀβραάμ, τοὺς ἐξ Ἀδὰμ μέχρι σήμερον λατρεύσαντάς Σοι καθαρῶς πατέρας καὶ ἀδελφοὺς ἡμῶν, φίλους ὁμοῦ καὶ συγγενεῖς, ἅπαντα ἄνθρωπον τὰ τοῦ βίου λειτουργήσαντα καλῶς καὶ πρὸς Σε μεταστάντα πολυειδῶς καὶ πολυτρόπως ὁ Θεός, καὶ ἀξίωσον τούτους τῆς οὐρανίου βασιλείας Σου». Ἡ δὲ αἴτησις ἔχει ὧδε: «Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος Σου, δεόμεθα Σου, ἐπάκουσον, καὶ ἐλέησον. Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν κεκoιμημένων εὐλαβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, βασιλέων, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν, πατέρων, προπατόρων, πάππων καὶ προπάππων, ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον». (Ἔπειτα αἱ συνήθεις εὐχαί).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου