Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη,καὶ τῆς ἀρρήτου οὐσίας,
τρανῶς ἡ προβλέψασα,τὸ μυστήριον Κάρα σου,
ὡς ἐκ λαγόνων μητρικῶν,ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν,
Ἰωάννη πανεύφημε,καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον,
γιασμοῦ προχέουσα μύρον,καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν,
καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα,ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου