Δευτέρα 17 Σεπτεμβρίου 2012

Σταυρὸς Χριστιανῶν ἐλπίς, ἀπεγνωσμένων σωτήρ, χειμαζομένων λιμήν, ἀσθενούντων ἰατρός, παθῶν ἐλατήρ, ὑγείας δοτήρ, νενεκρωμένων ζωή, εὐσεβείας πρόγραμμα, βλασφημίας φίμωτρον


Σταυρὸς Χριστιανῶν ἐλπίς, ἀπεγνωσμένων σωτήρ, χειμαζομένων λιμήν, ἀσθενούντων ἰατρός, παθῶν ἐλατήρ, ὑγείας δοτήρ, νενεκρωμένων ζωή, εὐσεβείας πρόγραμμα, βλασφημίας φίμωτρον. Σταυρὸς ὅπλον κατ᾿ ἐχθρῶν, σκῆπτρον βασιλείας, διάδημα κάλλους, τύπος ἄγραφος, ῥάβδος δυνάμεως, ἔρεισμα πίστεως, βακτηρία γήρους, ὁδηγὸς τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴς ἀφρόνων, διδάσκαλος νηπίων, ἁμαρτίας ἀναίρεσις, μετανοίας ἔνδειξις, δικαιοσύνης ὑπογραφεύς. Σταυρὸς κλῖμαξ εἰς οὐρανὸν ἄγουσα, ὁδὸς πρὸς ἀρετὴν ὁδηγοῦσα, ζωῆς πρόξενος, θανάτου λύσις, φθορᾶς ἀλλοτρίωσις, πυρὸς σβεστήριον, πρὸς Θεὸν παῤῥησία, κλεὶς οὐρανῶν βασιλείας. Σταυρὸς φύλαξ ἐν νυκτί, ἐν ἡμέρᾳ πύργος, ἐν σκότει χειραγωγός, ἐν εὐθυμίᾳ χαλινός, ἐν ἀθυμίᾳ ψυχαγωγός, διαλλακτήριος, ἱκέσιος, φίλιος, συνήγορος, προασπιστής, ἐπίκουρος.
Σταυρὸς ἐν πειρασμοῖς βοηθός, ἐν κινδύνοις σωτήρ, ἐν ἀθυμίαις παρήγορος, ἐν ἀνάγκαις βοηθός, ἐν θαλάσσῃ κυβερνήτης, ἐν συμφοραῖς ἀνάψυξις. Σταυρὸς νυκτοφυλακεῖ τοὺς καθεύδοντας, συναγρυπνεῖ τοῖς ἀγρυπνοῦσι, τοῖς κεκμηκόσι συνεπαμύνει. Σταυρὸς ἀτονούντων νεύρωσις, κοπιώντων ἀνάπαυσις, πεινώντων τροφή, νηστευόντων ἰσχύς, ἀγωνιστῶν ἀλείπτης, γυμνῶν σκέπη, συνοδοιπόρος τῶν ἐπιξενουμένων. Σταυρὸς πλουσίων σωφρονιστής, πενήτων προνοητής, χηρῶν προστάτης, ὀρφανῶν ἀντίληψις καὶ τροφεύς. Σταυρὸς ἀρχόντων τιμή, βασιλέων κράτος, στρατηγῶν νῖκος, ἁγνείας σφραγίς, συζυγίας σύνδεσμος. Σταυρὸς πόλεων φύλαξ, οἴκων ἀσφάλεια, φιλίας συναρμοστής, τῶν ἐχθρῶν ἀμυντήριον, πολεμίων ἀντίπαλος, ἐθνῶν διωκτήριον, βαρβάρων σκόλοψ, εἰρήνης βραβευτής. Σταυρὸς ἀγάπης πρυτανευτής, κόσμου καταλλαγή, περάτων διαγραφή, ὕψος οὐρανοῦ, γῆς βάθος, κτίσεως σύμπηξις, μῆκος τῆς φαινομένης, εὗρος τῆς οἰκουμένης· καὶ συνελόντα εἰπεῖν, σταυρὸς τῶν Χριστοῦ παθῶν τὸ κεφάλαιον, τῶν εἰς ἡμᾶς θαυμάτων ἡ κορωνίς»

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου