Τῆς ἱεραρχίας σου Ὅσιε Πάτερ,τὴν στολὴν ἐφοίνιξας, ταῖς ῥοαῖς τῶν αἱμάτων σου.
Ἐν μέσῳ δὲ τοῦ σταδίου ἀνδρικῶς τελειωθέντα ἰδοῦσά σε, ἐπιπεσοῦσα ἠσπάζετο τὸ γλυκὺ τέκνον,
ἡ καλῶς γεννησαμένη καὶ θρεψαμένη σε·διὸ καὶ τμηθεῖσα τῷ ξίφει,
εἰς οὐρανίους θαλάμους μετὰ σοῦ συνεισῆλθεν.Ὢ μακαρίας Μητρός!
ὢ μαστῶν ἱερῶν! οὓς ἐθήλασας μάκαρ Ἐλευθέριε,καὶ τῆς φύσεως τὸν Πλάστην ἐπέγνως.
Σὺν αὐτῇ οὖν πρέσβευε,ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου