Δευτέρα 26 Δεκεμβρίου 2016

Ὦ πενία πλούτου πηγή! ὦ πλοῦτε ἄμετρε, πενίας πρόσχημα φέρων !

Μυστήριον ξένον καὶ παράδοξον βλέπω·ποιμένες μου περιηχοῦσι τὰ ὦτα,οὐκ ἔρημον συρίζοντες μέλος, ἀλλ' οὐράνιον ᾄδοντες ὕμνον.
Ἄγγελοι ᾄδουσιν, ἀρχάγγελοι μέλπουσιν, ὑμνεῖ τὰ Χερουβὶμ, δοξολογεῖ τὰ Σεραφὶμ, πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς ὁρῶντες,καὶ ἄνθρωπον ἐν οὐρανοῖς·τὸν ἄνω κάτω δι' οἰκονομίαν, καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν.
Σήμερον Βηθλεὲμ τὸν οὐρανὸν ἐμιμήσατο·ἀντὶ μὲν ἀστέρων ἀγγέλους ὑμνοῦντας δεξαμένη,ἀντὶ δὲ ἡλίου τὸν τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσασα.Καὶ μὴ ζήτει πῶς·ὅπου γὰρ βούλεται Θεὸς,νικᾶται φύσεως τάξις.Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατῆλθεν, ἔσωσε·σύνδρομα τὰ πάντα τῷ Θεῷ.
Σήμερον ὁ ὢν τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν·ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός.
Οὐδὲ γὰρ κατ' ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος,οὐδὲ πάλιν κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός·ἀλλὰ Λόγος ὢν, διὰ τὸ ἀπαθὲς σὰρξ ἐγένετο,ἀμεταβλήτου μενούσης τῆς φύσεως.
Ἀλλ' ὅτε μὲν ἐτέχθη, Ἰουδαῖοι ἠρνοῦντο τὸν ξένον τόκον,καὶ Φαρισαῖοι παρηρμήνευον τὰς θείας Βίβλους,καὶ γραμματεῖς ὑπεναντία τοῦ νόμου ἐλάλουν.
Ἡρώδης τὸν τεχθέντα ἐζήτει, οὐχ ἵνα αὐτὸν τιμήσῃ,ἀλλ' ἵνα αὐτὸν ἀπολέσῃ.
Σήμερον γὰρ πάντα ὑπεναντία εἶδον.Οὐκ ἐκρύβη γὰρ, κατὰ τὸν ψαλμῳδὸν,ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν.
Βασιλεῖς μὲν γὰρ ἦλθον, τὸν ἐπουράνιον βασιλέα θαυμάζοντες,ὅτι πῶς ἐπὶ γῆς ἦλθεν οὐκ ἀγγέλους ἔχων, οὐκ ἀρχαγγέλους, οὐ θρόνους, οὐ κυριότητας, οὐ δυνάμεις, οὐκ ἐξουσίας, ἀλλὰ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδὸν, ἐξ ἀγεωργήτου προῆλθε γαστρὸς, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας αὐτοῦ καταλιπὼν, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει τῆς οἰκείας θεότητος ἐκστάς·
ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα τῆς δόξης ἦλθον προσκυνήσοντες,στρατιῶται δὲ τὸν ἀρχιστράτηγον τῆς δυνάμεως θεραπεύσοντες·αἱ γυναῖκες τὸν ἐκ γυναικὸς τεχθέντα,ἵνα τὰς λύπας τῆς γυναικὸς εἰς χαρὰν μεταβάλλῃ·αἱ παρθένοι τὸ τῆς παρθένου παιδίον, ὅτι πῶς ὁ γάλακτος καὶ μαζῶν δημιουργὸς τὰς πηγὰς μαζῶν αὐτόματα ῥεῖθρα φέρεσθαι ποιῶν, παρὰ μητρὸς παθένου παιδίου τροφὴν ἔλαβε·
τὰ νήπια τὸν νήπιον γενόμενον, ἵνα ἐκ στόματος νηπίωνκαὶ θηλαζόντων καταρτίσῃ αἶνον·οἱ παῖδες τὸν παῖδα μάρτυρας διὰ τὴν Ἡρώδου μανίαν εἰργασάμενον·οἱ ἄνδρες τὸν ἐνανθρωπήσαντα καὶ τὰ τῶν δούλων θεραπεύσαντα κακά·οἱ ποιμένες τὸν ποιμένα τὸν καλὸν,ὸν τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων προθέμενον·οἱ ἱερεῖς τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερέα γενόμενον·οἱ δοῦλοι τὸν μορφὴν δούλου λαβόντα,ἵνα ἡμῶν τὴν δουλείαν ἐλευθερίᾳ τιμήσῃ·οἱ ἁλιεῖς τὸν ἀπὸ ἁλιέων θηρευτὰς ἀνθρώπων ἐργαζόμενον·οἱ τελῶναι τὸν ἀπὸ τελωνῶν εὐαγγελιστὴν ἀναδείξαντα·αἱ πόρναι τὸν τοῖς πορνικοῖς δάκρυσι τοὺς πόδας προϊέμενον·καὶ ἵνα συντόμως εἴπω,πάντες οἱ ἁμαρτωλοὶ ἦλθον ἰδεῖν τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, μάγοι δορυφοροῦντες, ποιμένες εὐλογοῦντες, τελῶναι εὐαγγελιζόμενοι, πόρναι μυροφοροῦσαι, Σαμαρεῖτις πηγὴν διψῶσα ζωῆς,Χαναναία πίστιν ἀνενδοίαστον ἔχουσα.

πηγή:
Αγίου Ιωάννου Χρυσοστόμου Εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
Λόγος β΄

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου