Τῶν Φαράσων τὸν γόνον,καὶ τοῦ Ἄθωνος κλέϊσμα,καὶ τῶν πάλαι ὁσίων,μιμητὴν καὶ ἰσότιμον,
Παΐσιον τιμήσωμεν πιστοί,τὸ σκεῦος χαρισμάτων τὸ μεστόν,ὡς συντρέχοντα ταχέως τοὺς εὐσεβεῖς,
τοὺς πίστει ἀνακράζοντας, Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,πᾶσιν ἰάματα.
Ὥσπερ ἄγγελος,φανεὶς ἐν κόσμῳ,ἐν τοῖς ἔτεσι,τοῖς τελευταίοις,χριστομίμητε Παΐσιε ὅσιε,ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι,ὡς παμφαέστατος ἥλιος ἔλαμψας,καὶ κατηύγασας,πιστῶν τὰ πλήθη τῇ χάριτι,
τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.
Παΐσιε γέγονας,τῶν ἀσκητῶν ἡ κρηπίς,τοῦ Ἄθωνος κλέϊσμα,καὶ Σουρωτῆς ὁ τροφός,Κονίτσης τὸ καύχημα,σὺ γὰρ ἐπὶ τὰ ἴχνη,Ἀρσενίου ὁδεύσας,εἴληφας χαρισμάτων,τὴν πληθὺν Παρακλήτου,
ἀφθόνως τοῖς σὲ τιμῶσιν, παρέχων τὰ πρόσφορα.
(Απολυτικία του Αγίου Παισίου του Αγιορείτου γραμμένα απο τον Σεβασμιώτατο Μητροπολίτη Εδέσσης Πέλλης και Αλμωπίας κκ Ιωήλ)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου