Τετάρτη 4 Νοεμβρίου 2009

ΠΡΟΣΕΥΧΗ ΥΠΕΡ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΚΑΙ ΤΩΝ ΚΛΗΡΙΚΩΝ ΜΑΣ

Ὑπὸ τοῦ μακαριστοῦ π. Ἐπιφανίου Θεοδωροπούλου




Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ φυλάσσων τὸ ἔλεός Σου καὶ τὴν διαθήκην Σου τοῖς ἀγαπῶσι Σε καὶ φυλάσσουσι τὰ Σὰ προστάγματα, εὐχαριστοῦμεν Σοι ὑπὲρ τῶν φανερῶν καὶ ἀφανῶν Σου εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Δεόμεθά σου, Κύριε, ῥῦσαι ἡμᾶς καὶ λύτρωσαι, ὅτι πολλὰ τοῖς νόμοις Σου ἀφρόνως προσεπταίσαμεν καὶ ἐκολλήθη ἡ γαστὴρ ἡμῶν εἰς γῆν ἰλῦος. Ἐγενήθημεν ὡσεὶ σκεύη ἀπολωλότα, καὶ ἠκούσαμεν ψόγον πολλῶν παροικούντων κυκλόθεν. Διὸ παρακαλοῦμέν Σε, φιλάνθρωπε Δέσποτα, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὸ μέγα Σου ἔλεος. Μὴ παραδῷς, Μονογενὲς Λόγε τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν Σου, ἣν περιεποιήσω τῷ Τιμίῳ Αἵματι Σου, δέρεσθαι ὑπὸ ἀνέμων καὶ σαλεύεσθαι ὑπὸ κυμάτων. Εἰπὲ οὖν, Κύριε, τῇ μαινομένῃ κατ᾿ αὐτῆς θαλάσσῃ τῶν παθῶν του κόσμου «σιώπα, πεφίμωσο»· ἐπιτίμησον δὲ τοῖς ἀνέμοις καὶ ποίησον γαλήνην, ἵνα γαληνῶς ποντοπορῇ καὶ ἀταράχως ἡ θεία Ὁλκάς Σου. Δὸς δή, φιλεύσπλαγχνε Κύριε, καὶ τοῖς ἁγίοις Σου Ἀρχιερεῦσι καὶ Ἱερεῦσιν, οὓς Πνεῦμα τὸ Πανάγιον ποιμαίνειν ἔθετο τὴν ἐπὶ γῆς στρατευομένην Ἐκκλησίαν Σου, χάριν συνέσεως εἰς τὸ διανοεῖσθαι καὶ πράττειν τὰ εὐάρεστά Σοι καὶ τῷ μυστικῷ Σου Σώματι συμφέροντα. Σὺ τοίνυν, Ἰησοῦ Χριστέ, κυβέρνησον καὶ δίδαξον καὶ φώτισον αὐτοὺς τοῦ ἀγαπᾶν ὑπὲρ τὰ πρόσκαιρα τὴν δόξαν Σου τὴν ἄφθαρτον· ὑπὲρ τὰ ὅρια τῶν γεηρῶν Ἐπισκοπῶν καὶ Ἐνοριῶν αὐτῶν, ὁρᾶν τὴν ἀμετάθετόν Σου Βασιλείαν, ἣν ἀπὸ καταβολῆς κόσμου ἡτοίμασας πᾶσι τοῖς ἀγαπῶσι Σε. Δὸς αὐτοῖς, Κύριε, ἐν φίλτρου ἀγαπᾶν παροξυσμῷ τὸν τίμιον λαὸν Σου, ἀεὶ δ᾿ ἑτοίμους εἶναι καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι ὑπὲρ τοῦ ποιμνίου ἑαυτῶν, κατὰ τὸ Σὸν ὑπόδειγμα. Χρημάτων, Ἅγιε, καὶ δόξης, ποίησον αὐτοὺς ὑπερφρονεῖν καὶ φιλοπτώχους εἶναι, ἑλκύων ἅμα πρὸς τὸν Οὐρανὸν τὸ φρόνημα αὐτῶν. Ἔτι δεόμεθά Σου, Κύριε, φώτισον αὐτῶν τὰ ὄμματα· συνέτισον τὴν διάνοιαν· ταπείνωσον τὴν καρδίαν· τοὺς ὀφθαλμοὺς αὐτῶν ἅγνισον καὶ ἀπόστρεψον τοῦ μὴ βλέπειν τῶν ὑλαίων τὴν ματαιότητα· εὐόδωσον δὲ πάντας ἡμᾶς τοῦ διανύσαι τὴν στενὴν ὁδὸν καὶ τεθλιμμένην, ἵνα ἐν τοῖς Σκηνώμασι τοῖς Οὐρανίοις καταπαύσωμεν τῆς δόξης Σου, καὶ σὺν τοῖς Ἀγγέλοις Σου καὶ Ἀρχαγγέλοις ᾄδωμεν ᾆσμα καινὸν καὶ πανευφρόσυνόν Σοι τῷ Δεσπότῃ καὶ Ἁγίῳ Λυτρωτῇ ἡμῶν, σὺν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου