Δευτέρα 20 Νοεμβρίου 2017

21 Nοεμβρίου, εορτάζουν οι Ελληνικές ένοπλες δυνάμεις


Δέσποτα Παντοκράτωρ, ὁ καταξιώσας ἡμᾶς διελθεῖν τὸ μῆκος τῆς ἡμέρας ταύτης, πρόσδεξαι τὰς ἐσπερινὰς ἡμῶν δεήσεις καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους Σου ἐπὶ πάντας ἡμᾶς τοὺς δεομένους Σου. Τοίχισον ἡμᾶς τοῖς Ἁγίοις Ἀγγέλοις Σου, περιχαράκωσων ἡμᾶς τῇ ἀληθείᾳ Σου, φρούρησον ἡμᾶς τῇ δυνάμει Σου, φύλαξον ὑπὸ τὴν σκέπην Σου τὸν (κατὰ ξηράν, θάλασσαν καὶ ἀέραν) Στρατὸν καὶ ἅπαν τὸ Ἑλληνικὸν Ἔθνος, παράσχου δὲ ἡμῖν καὶ τὴν ἐπερχομένην νύκτα εἰρηνικὴν καὶ ἀναμάρτητον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Πρεσβείαις τῆς Ὑπεραγίας ἡμῶν Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.
Θεὲ καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης Κτίσεως δημιουργέ, ὁ ἐκχέων πρὸς ἀναπνοὰς τὸν ἀέρα, καὶ τούτου τὴν δύναμιν ὑπὸ τὸ κράτος τοῦ ἀνθρώπου ὑποτάξας, εὐδόκησον ὅπως οὗτος οὔριος γένηται καὶ εὐνοϊκὸς διὰ τὰ ἑλληνικὰ πτερά, ἵνα δι᾿ αὐτῶν μεταφέρηται ἀνὰ τὸν κόσμον ἄπαντα ἡ Σὴ ἀγάπη καὶ εἰρήνη. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου