Ἄριστος οἰκονόμος τοῦ Χριστοῦ ἀνεδείχθης τῆς πάλαι Ἀθηνῶν Ἐκκλησίας.
Καὶ ὡς ἐγένου αὐτῆς Ποιμὴν πρῶτος κατὰ τάξιν,
σαυτὸν ἠνάλωσας κηρύσσων καὶ ποδηγετῶν.
Διὸ βοῶμεν πρός σε ταῦτα·
Χαῖρε, ὁ γνοὺς τὸν Θεὸν διὰ Παύλου,Χαῖρε, ὁ δοὺς εἰς αὐτὸν τὰ πάντα.
Χαῖρε, ὅτι Ἄρειον Πάγον κατέλιπες,Χαῖρε, ὅτι ἅγιον Βῆμα κατέλαβες.
Χαῖρε, ὅτι σὺ ἐβίωσας τὸν κανόνα τὸν χρυσοῦν,Χαῖρε, ὅτι σὺ ἐμόχθησας διὰ ποίμνιον τὸ σόν.
Χαῖρε, ὅτι τὸ πλῆθος τῶν εἰδώλων καθεῖλεςΧαῖρε, ὅτι τὸ σκότος τὸ τῆς πλάνης ἀπῆρες.
Χαῖρε, ποιμὴν ψυχῶν, ἀκατάβλητε,Χαῖρε, πατὴρ πιστῶν, ἀδαπάνητε.
Χαῖρε, ὁδὸν σωτηρίας γνωρίσας,Χαῖρε, ὁδὸν μαρτυρίου βαδίσας,
Χαῖρε, μάρτυς πρωτόαθλε".
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου