Τετάρτη 13 Αυγούστου 2014

Τα εγκώμια της Παναγίας



ΣΤΑΣΙΣ ΠΡΩΤΗ

1. Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
2. Γέφυρα ὑψούται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τὸν Ἀδάμ.
3. Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.
4. Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν, ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή.
5. Ἡ λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός, φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου, μὴ ἐλλείπης ἀγαθὴ τοὺς ἐπὶ γῆς.
6. Θρόνος τοῦ ὑψίστου γενομένη ἁγνή, ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας, μεταστᾶσα εἰς αἰώνιον ζωήν.
7. Ἱερέων πέλεις, καύχημα εὐλαβῶν, Ἐκκλησίας τὸ ἀκράδαντον στήριγμα, καὶ Ὁσίων Ἀσκητῶν ἡ ἀρωγός.
8. Κλῖμαξ ἡ ἁγία, ἢν προεῖδε σαφῶς, Ἰακὼβ δι’ ἧς κατέβη ὁ Ὕψιστος, ἀνυψούται ἀπὸ γῆς πρὸς οὐρανόν.
9. Μαριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς, τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσσασα, τοὺς νεκροὺς ἐξαναστήσαντα φθοράς;
10. Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς, Ἰησοῦ τοῦ Θείου Λόγου γινώσκομεν, κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.
11. Οὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη Ἁγνή, δεξαμένη τὸ σὸν σκῆνος τὸ ἄχραντον, ἡ ἁγία καὶ σεπτὴ Γεθσημανῆ.

12. Ράβδος , ἡ τὸ ἄνθος, τὸ εὐῶδες Χριστόν, ἐξανθήσασα τῷ τάφῳ νῦν τέθαπται, ἵνα φύσῃ σωτηρίας τὸν καρπόν.
13. Τάφος μὲν καλύπτει, τὸ σὸν σκῆνος , Ἁγνή, τὴν δὲ θείαν σου ψυχὴν χειριζόμενος, ὁ Υἱός σου ἀγκαλίζεται λαμπρῶς.
14. Χώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ, χρηματίσασαν καὶ ἅγιον τέμενος, νῦν καλύπτει σὲ ἀγρὸς Γεθσημανῆς.
15. Ψάλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν, σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.
16. Ὢ θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν, ἡ πνοή μου τὸν δοτῆρα κυήσασα, ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.
Δόξα
17. Ἀνυμνοῦμεν λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σοῦ Πνεύματι, καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.
Καὶ νῦν
18. Μακαρίζομέν σε, Θεοτόκε Ἁγνή, καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν, καὶ τὴν ὕψωσιν ἐκ γῆς, πρὸς οὐρανόν.
19. Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

1. Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.
2. Βάτον ἐν Σινᾶ, ἀκατάφλεκτον εἶδε σε πάλαι, Μωυσῆς γαστρί σου τὸ θεῖον πῦρ, ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.
3. Ἔνθα οἱ χοροί, Ἀποστόλων τε καὶ τῶν Ἀγγέλων, ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι, παριστάμεθα Παρθένε καὶ ἡμεῖς.
4. Ζώωσον Ἁγνή, τοὺς εἰς σὲ πιστῶς καταφυγόντας, διὰ τῆς ὑπὲρ αὐτῶν μεσιτίας σου, πρὸς τὸν ἄναρχον Υἱὸν καὶ Παντουργόν.
5. Θαῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζει βρέφος, πῶς καὶ νεκροφόρος καθίστασαι, ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.
6. Ἴθυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη, τοὺς χειμαζομένους ἐν κλύδωνι, ψυχοφθόρων παραπτώσεων δεινῷ.
7. Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου, τῷ σῷ τόκῳ πάντες γεγόναμεν, δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.
8. Νόμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε, σφόδρα παραδόξως καινίζονται, ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.
9. Ῥήτορες δεινοί, οὐδὲ Ἄγγελοι Παρθενομῆτορ, σθένουσιν ἀξίως ὑμνήσαι σε, τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.
10. Ὕμνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα Κόρη, ἐπικήδεια σοι προσφέροντες, ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.
11. Φόβῳ καὶ χαρά, καὶ ἡμεῖς ὥσπερ ἐκεῖνοι τότε, πάρεσμεν τῷ τάφῳ σου Ἄχραντε, ἐκπληττόμενοι τὴν κοίμησιν τὴν σήν.
12. Χαῖρε Μαριάμ, δι’ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ, καὶ ἀρᾷ ἡ καθ’ ἡμῶν ἐξωστράκισται, τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς.
Δόξα
13. Δόξα τῷ Πατρί, σὺν Υἱῷ τε καὶ τῷ Παναγίῳ Πνεύματι προσάγομεν εὐσεβῶς, τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ σεπτή.
Καὶ νῦν
14. Ἄσμασι πιστοί, ὀρθοδόξοις τε καὶ εὐπροσδέκτοις, πάντες ἀνυμνήσωμεν σήμερον, τὴν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς.
15. Ἄξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

1. Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.
2. Δυσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.
3. Ἐν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου.
4. Ἡ γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης.
5. Ἵνα τὸ κάλλος βλέπεις, τοῦ σοῦ Υἱοῦ Παρθένε, πρὸς οὐρανοὺς μετέστης.
6. Λύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.
7. Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.
8. Ῥητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.
9. Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.
10. Τὶς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τάς θείας ἀρετάς σου.
11. Ὕψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.
12. Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες.
13. Ὢ Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.
14. Ἔρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.
Δόξα
15. Ὢ Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.
Καὶ νῦν
16. Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντες.
17. Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου