Παρασκευή, 3 Μαρτίου 2017

Ευχή στην Υπεραγία Θεοτόκο μετά της ερμηνείας της


«Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνή Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεόν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει ἑνώσασα, καί τήν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σέ προστρεχόντων, καί πάντων τῶν Χριστιανῶν τό καταφύγιον, μή βδελύξῃ με τόν ἁμαρτωλόν, τόν ἐναγῆ, τόν αἰσχροῖς λογισμοῖς καί λόγοις καί πράξεσιν ὅλον ἐμαυτόν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου ραθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μητήρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ᾿ ἐμοί τῷ ἁμαρτωλῷ καί ἀσώτῳ, καί δέξαι μου τήν ἐκ ρυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καί τόν σόν Υἱόν, καί ἡμῶν Δεσπότην καί Κύριον, τῇ μητρικῇ σου παρησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ καμοί τά φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος, καί παριδών μου τά ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρός μετάνοιαν, καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καί πάρεσό μοι ἀεί ὡς ἐλεήμων, καί συμπαθής καί φιλάγαθος, ἐν μέν τῷ παρόντι βίῳ, θερμή προστάτις καί βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, καί πρός σωτηρίαν καθοδηγοῦσά με, καί ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τήν ἀθλίαν μου ψυχήν περιέπουσα, καί τάς σκοτεινάς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δέ τῇ φοβερᾷ ἡμέρα τῆς κρίσεως, τῆς αἰωνίου με ρυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καί Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καί τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καί ἀντιλήψεως· χάριτι καί φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καί Θεοῦ, καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὧ πρέπει πᾶσα δόξα, τιμή, καί προσκύνησις σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καί τῷ Παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καί ἀεί εἰς τούς αἰῶνας τῶν αἰώνων· Ἀμήν».

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνή Παρθένε, Θεόνυμφε Δέσποινα· Σύ, πού μέ τήν παράδοξή σου κύηση ἕνωσες τόν Λόγον τοῦ Θεοῦ μέ τούς ἀνθρώπους καί συνέδεσες τήν πεσμένη φύση τοῦ γένους μας μέ τά ἐπουράνια· σύ, πού εἶσαι ἡ ἐλπίδα αὐτῶν πού ἔχασαν τήν ἐλπίδα καί ἡ βοήθεια αὐτῶν πού πολεμοῦνται ἀπό τόν ἐχθρό (τό διάβολο)· σύ, πού εἶσαι ἡ πρόθυμη συμπαράσταση ὅσων προστρέχουν στή χάρη σου, καί τό καταφύγιο ὅλων ἀνεξαίρετα τῶν Χριστιανῶν, μή βδελυχθεῖς ἐμέ τόν ἁμαρτωλό, τόν ἀκάθαρτο, πού μέ τούς αἰσχρούς λογισμούς καί τά λόγια καί τίς πράξεις μου ἀχρείωσα ὁλόκληρο τόν ἑαυτό μου καί μέ τή ραθυμία μου στίς βιοτικές ἡδονές ἔγινα δοῦλος τῆς φθαρμένης γνώμης μου. Ἀντίθετα· ἐπειδή εἶσαι Μητέρα τοῦ φιλανθρώπου Θεοῦ, λυπήσου με τόν ἁμαρτωλό καί ἄσωτο καί κάνε δεχτή τή δέηση πού ἀπευθύνω σέ σένα καί προέρχεται ἀπό τά ἀκάθαρτα χείλη μου. Δυσώπησε δέ, κάνοντας χρήση τῆς μητρικῆς παρησίας σου, τόν Υἱόν σου καί δικό μας Δεσπότη καί Κύριον, ὥστε νά ἀνοίξη καί σέ μένα τά φιλάνθρωπα σπλάχνα τῆς θείας του ἀγαθότητος καί, ἀφοῦ παραβλέψει τά ἀμέτρητά μου πταίσματα, νά μέ ὁδηγήσει σέ μετάνοια καί νά μέ ἀναδείξει ἐργάτη ἄξιο τῶν ἐντολῶν του. Καί μή παραλείψεις νά εἶσαι πάντοτε κοντά μου σάν Μητέρα ἐλεήμων καί συμπαθής καί φιλάγαθη, στόν μέν παρόντα βίο θερμή προστάτιδα καί βοηθός, ἀπομακρύνοντας τίς ἐφόδους τῶν ἐχθρῶν καί καθοδηγώντας με πρός σωτηρίαν· στόν καιρό δέ τῆς ἀναχωρήσεώς μου ἀπό τή ζωή αὐτή σέ παρακαλῶ νά σκεπάζεις τήν ἀθλία μου ψυχή καί νά διώχνεις μακριά μου τίς σκοτεινές ὄψεις τῶν πονηρῶν πνευμάτων. Τέλος, κατά τήν φοβερή ἡμέρα τῆς κρίσεως, (δέομαί σου) νά μέ σώσεις ἀπό τήν αἰώνια κόλαση καί νά μέ ἀξιώσεις νά γίνω κληρονόμος τῆς ἀπόρρητης δόξας τοῦ Υἱοῦ σου καί Θεοῦ μας. Τήν ὁποίαν εἴθε νά ἐπιτύχω, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διά τῆς δικῆς σου μεσιτείας καί βοήθειας· (κυρίως δέ) μέ τή χάρη καί φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καί Θεοῦ, καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Στόν ὁποῖον ἁρμόζει κάθε δόξα, τιμή καί προσκύνηση, μαζί μέ τόν ἄναρχό του Πατέρα καί τό Πανάγιο καί ἀγαθό καί ζωοποιό Πνεῦμα του, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες· Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου