Κυριακή, 22 Φεβρουαρίου 2015

Καθαρίσωμεν ἑαυτοὺς ἀδελφοί...

Καθαρίσωμεν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, σαρκὸς καὶ πνεύματος,
τὰς λαμπάδας τῶν ψυχῶν ἡμῶν φαιδρύνωμεν, διὰ φιλοπτωχείας,
μὴ κατεσθίοντες ἀλλήλους τῇ συκοφαντίᾳ· ἔφθασε γὰρ ὁ καιρός,
ὅταν ὁ Νυμφίος ἐλεύσεται , πᾶσιν ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ.
Συνεισέλθωμεν Χριστῷ μετὰ τῶν φρονίμων Παρθένων,
τὴν φωνήν ἐκείνην τοῦ Λῃστοῦ, πρὸς αὐτὸν ἀνακράζοντες·
Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου