Παρασκευή, 6 Απριλίου 2012

Χαίροις πόλις Βηθανία, πατρὶς ἡ τοῦ Λαζάρου αὔριον Χριστός παραγίνεται....


Τὴν ψυχωφελῆ πληρώσαντες Τεσσαρακοστήν,βοήσωμεν·
Χαίροις πόλις Βηθανία,πατρὶς ἡ τοῦ Λαζάρου,
χαίρετε Μάρθα καὶ Μαρία, αἱ τούτου ἀδελφαί,
αὔριον Χριστός παραγίνεται,ζωῶσαι ῥήματι, τὸν τεθνεῶτα ἀδελφόν·
οὗ φωνῆς ἀκούσας,ὁ πικρὸς καὶ ἀκόρεστος ᾍδης,
φόβῳ τρομάξας, καὶ μέγα στενάξας,ἀπολύσει Λάζαρον, κειρίαις ἐσφιγμένον,
οὗ τῷ θαύματι, δῆμος Ἑβραίων ἐκπλαγείς,μετὰ βαΐων καὶ κλάδων, αὐτῷ προσυπαντήσουσι,
καὶ ὀφθήσονται εὐφημοῦντες παῖδες,ὃν φθονοῦσι πατέρες.
Εὐλογημένος ὁ ἐρχόμενος,ἐν ὀνόματι Κυρίου,Βασιλεὺς τοῦ Ἰσραήλ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου